Appendice. La musica in Arcadia (Polyb. IV 20-21)
p. 165-166
Texte intégral
1Si fornisce in quest’appendice il testo del lungo excursus polibiano sul carattere degli Arcadi e sul ruolo della musica nel mondo arcadico oggetto di analisi nella terza parte del lavoro.
2Il testo riproduce quello dell’edizione curata da J. De Foucault per la Collection des Universités de France1. Nel riportarlo, è parso opportuno evidenziare le parti sulle quali maggiormente è stata richiamata l’attenzione.
320. Ἐπειδὴ δὲ κοινῇ τò τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπ’ ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τò θεῖον εὐσέβειαν, 2. ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρκάδες τοσοῦτο κατ’ ἐκείνους τοὺς καιροὺς διήνεγκαν τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ. 3. Δοκοῦσι δέ μοι, διότι τὰ καλῶς ὑπò τῶν ἀρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὺς κατοικοῦντας τὴν Ἀρκαδίαν, ταῦτα δὴ πρῶτοι καὶ μόνοι τῶν Ἀρκάδων ἐγκατέλιπον. 4. Μουσικὴν γάρ, τήν γε ἀλεθῶς μουσικήν, πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον. 5. Οὐ γὰρ ἡγητέον μουσικήν, ὡς Ἔφορός φησιν ἐν τῷ προοιμίῳ τῆς ὄλης πραγματείας, οὐδαμῶς ἀρμόζοντα λόγον αὐτῷ ῥίψας, ἐπ’ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις 6. οὐδέ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλòν καὶ ῥυθμòν εἰς τòν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, 7. οὐδέ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον παισὶν οὖσιν ἀλλὰ καὶ νεανίσκοις γενομένοις ἕως τριάκοντ’ ἐτῶν κατ’ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τᾆλλα τοῖς βίοις ὄντας αὐστηροτάτους. 8. Ταῦτα γάρ πᾶσίν ἐστι γνώριμα καὶ συνήθη, διότι σχεδόν παρά μόνοις Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμους τοὺς ὓμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι· 9. μετὰ δὲ ταῦτα τοὺς Φιλοξένου καὶ Τιμοθέου νόμους μανθάνοντες πολλῇ φιλοτιμία χορεύουσι κατ’ ἐνιαυτòν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μέν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν λεγομένους. 10. Ὁμοίως γε μὴν καὶ παρ’ ὅλον τòν βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις οὐχ οὕτως ποιοῦνται διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς δι’ αὑτῶν, ἀνὰ μέρος ἅδειν ἀλλήλους προστάττοντες. 11. Καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρòν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὔτ’ ἀρνηθῆναί δύνανται διὰ τò κατ’ ἀνάγκην πάντας μανθάνειν, οὔθ’ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τò τῶν αἰσχρῶν παρ’ αὐτοῖς νομίζεσθαι τοῦτο. 12. Καὶ μὴν ἐμβατήρια μετ’ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δ’ ὀρχήσεις ἐκπονοῦντες, μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατ’ ἐνιαυτòν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις οἱ νέοι.
421. Ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ τρυφής καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλλήβδην τò τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δε τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τò πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι κατ’ ἀνάγκην· 2. οὐ γὰρ δι’ ἄλλην, διά δὲ ταύτην τὴν αἰτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ὁλοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσί τε καὶ μορφαῖς καὶ χρώμασιν, ἔτι δὲ τῶν ἐπιτηδευμάτων τοῖς πλείστοις. 3. Βουλόμενοι δὲ μαλάττειν καὶ κιρνᾶν τò τῆς φύσεως αὔθαδες καὶ σκληρόν, τά τε προειρημένα πάντα παρεισήγαγον, καὶ πρòς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλείστας ὁμοίως ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, 4. καὶ συλλήβδην πᾶν ἐμηχανήσαντο, σπεύδοντες τὸ τῆς ψυχής ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραΰνειν. 5. Ὡν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καὶ ταῦτα πλείστης δεόμενοι τῆς τοιαύτης ἐπικουρίας διὰ τò σκληρότατου παρὰ πολὺ τῆς Ἀρκαδίας ἔχειν ἀέρα καὶ τόπον, πρòς αὐτὰς δὲ τὰς ἐν ἀλλήλοις παρατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες, 6. τέλος ἀπεθηριώθησαν οὕτως ὤστε μηδ’ ἐν ὁποίᾳ γεγονέναι τῶν Ἑλληνίδων πόλεων ἀσεβήματα μείζονα καὶ συνεχέστερα. 7. Σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας περὶ τοῦτο τò μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρεστήσεως. 8. Καθ’ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφαγὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρòς Λακειδαιμονίους, εἰς ἃς πόλεις ποτὲ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, 9. Μαντινεῖς δὲ μετά τὴν μεταλλαγήν αὐτῶν καὶ καθαρμòν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλω καὶ τῆς χώρας πάσης. 10. Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τò κοινòν ῆθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δέ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρ’ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους, 11. ἔτι δὲ καὶ Κυναιθέων ἔνεκα, ἵν’ ἄν ποτ’ αὐτοῖς ὁ θεòς εὖ δῷ, τραπέντες πρòς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρòς μουσικήν· οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος. 12. Ἡμεῖς δ’ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ὲπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν.
Notes de bas de page
1 Polybe, Histoires, livre IV, texte établi et traduit par J. De Foucault, Paris 1972.
Le texte seul est utilisable sous licence Licence OpenEdition Books. Les autres éléments (illustrations, fichiers annexes importés) sont « Tous droits réservés », sauf mention contraire.
Importuosa Italiae litora
Paysage et échanges dans l'Adriatique méridionale à l'époque archaïque
Maria Cecilia D’Ercole
2002
La Grande Grèce. Aspects et problèmes d’une « colonisation » ancienne
Quatre conférences au Collège de France (Paris, 1982)
Ettore Lepore
2000
De Pithécusses à Pompéi. Histoires de fondations
Quatre conférences au Collège de France (Paris, 2014)
Pier Giovanni Guzzo Jean-Pierre Brun (trad.)
2016
Studi e ricerche su Puteoli romana
Atti del Convegno (Napoli, Centre Jean Bérard, 2/3 aprile 1979)
Giuseppe Camodeca (dir.)
1981
Euphorion et les mythes
Images et fragments
Christophe Cusset, Évelyne Prioux et Hamidou Richer (dir.)
2013
En Grèce et en Grande Grèce. Archéologie, espace et sociétés
Quatre conférences au Collège de France (Paris, 2014)
Emanuele Greco Annie Schnapp-Gourbeillon (trad.)
2020